Add parallel Print Page Options

30 ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησαν [a]πρὸς αὐτόν· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;

34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας· 35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· [b]ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 [c]ἃ ἐγὼ ἑώρακα παρὰ τῷ [d]πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν [e]ἃ ἠκούσατε παρὰ [f]τοῦ πατρὸς ποιεῖτε.

39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ [g]ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ [h]ἐποιεῖτε· 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. [i]εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας [j]οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν. 42 [k]εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν. 43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ [l]οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; [m]εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.

48 [n]Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 49 ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν [o]ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:33 πρὸς αὐτόν WH Treg NIV ] αὐτῷ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:35 WH Treg RP NA ] + δὲ NIV
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:38 ἃ ἐγὼ WH Treg NIV ] Ἐγὼ ὃ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:38 πατρὶ WH Treg NIV ] + μου RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:38 ἃ ἠκούσατε WH Treg NIV ] ὃ ἑωράκατε RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:38 τοῦ πατρὸς WH Treg NA ] + ὑμῶν NIV; τῷ πατρὶ ὑμῶν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:39 ἐστε WH Treg NA ] ἦτε NIV RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:39 ἐποιεῖτε Treg NIV RP ] ποιεῖτε WH
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:41 εἶπαν WH Treg NIV ] + οὖν RP NA
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:41 οὐ γεγεννήμεθα NIV RP ] οὐκ ἐγεννήθημεν WH Treg
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:42 εἶπεν WH Treg NIV ] + οὖν RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:44 οὐκ ἔστηκεν WH NIV ] οὐχ ἕστηκεν Treg RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:46 εἰ WH Treg NIV ] + δὲ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:48 Ἀπεκρίθησαν WH Treg NIV ] + οὖν RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:51 ἐμὸν λόγον WH Treg NIV ] λόγον τὸν ἐμὸν RP